Proclus
αἱ δὲ Μοῖραι τὰς κατανειμαμένας τὴνπρόνοιαν τῆς μητρὸς
Θέμιδος, καὶ ἡ μὲν Κλωθὼ τὴν ἀπλανῆλαχοῦσα σφαῖραν, ἡδὲ Ἄτροπος τὴν πλανωμένην, ἡ δὲΛάχεσις τὸν ὅλον οὐ-
ρανόν. ὁ δὲ προφήτης καὶ πᾶσα ἡ κατ'αὐτὸν σειρὰ τάξιν ἀγγελικὴν ἐμφαίνει μέσην τῆς τε Μοιραίαςθεότητος καὶ τῆς δαιμονίας προνοίας, τῶν ψυχικῶνβίων προστάτιν. ὁ δὲ εἰληχὼς δαίμων ἐστὶν ὁ τῶν γενεσιουργῶνβίων ἔφορος, κυ-
βερνῶν πᾶσαν ἡμῶν τὴν ἐν τῇ γενέσειπολιτείαν. οἱ δὲ αὖ κλῆροι σημαίνουσι τὴν κοσμικὴν τάξιντὴν ἀφορίζουσαν ταῖς ψυχαῖς τοὺς ὀφειλομένους ἑκάστῃ κατὰτὴν ἀξίαν βίους, ἧς ἡ τὸν ὅλον οὐρανὸν διατάττουσα Λάχεσίςἐστιν ἡγεμών· οἱ δὲ βίοι τὰ εἴδη τῶν γενεσιουργῶν ζωῶντῶν ἐκ τοῦ παντὸς ἀπονεμομένων ταῖς κατιούσαις ψυχαῖς,πλειόνων ἢ ἐλασσό-
νων· αἱ δὲ αἱρέσεις προβολὰς λόγων κατὰτὴν αὐτενέρ-
γητον τῶν ψυχῶν δύναμινἐναρμοζομένων τῇ τάξει τοῦ παντός· αἱ δὲ εἰς διάφορα ζῷα μετατάξειςἀμείνω καὶ χείρω τῆς ζωῆς ποικίλας διεξόδους κατὰ τὰςδιαφόρους δυνάμεις λογικὰς ἢ ἀλόγους, τῶν ὁμοίων ἀεὶ πρὸςτὰ ὅμοια φερο-
μένων κατὰ τὴν ἐν τῷ κόσμῳ δίκην. τὸ δὲτῆς Λήθης πεδίον πᾶσαν δηλοῖ τὴν γένεσιν, ἐν ᾗ καὶδαίμονές εἰσι γενεσιουργοὶ καὶ ἡ ἄλογος ζωὴ συνδεῖταιταῖς ψυχαῖς· ὁ δὲ τῆς Λήθης ποταμὸς πᾶσαν τὴν ῥύσιν τῶνἐνύλων καὶ τὸ
<ῥόθιον κύτος ἡμῶν,> †ἀεὶ λήθηςἀναπιμπλὰς τὰς ψυχὰς τῶν ἀεὶ ἑστώτων λόγων· ἡ δὲ βροντὴ καὶ ὁσεισμὸς τὰς Διὸς ἅμα καὶ Ποσειδῶνος ἄνωθέν τε καὶκάτωθεν περὶ τὴν γένεσιν δημιουργίας· ἡ δὲ ἐν νυκτὶ πτῶσιςτὴν εἰς τὸ σκο-
τῶδες καὶ ἀφεγγὲς περιάγουσανκατάταξιν· αἱ δὲ τοῖς διᾴτ-
τουσιν ἐοικυῖαι φοραὶ τὰς τῶν ὀχημάτωντῶν ψυχικῶν γενεσιουργοὺς φοράς, ἃ καὶ διὰ τοῦτοἀφωμοίωται διᾴττου-
σιν ὡς ὁμοιότητά τινα φερόμενα πρὸς τὰτῶν ἄστρων ὀχή-
ματα. καὶ τέλος <ὁ> ὕπνος αὐτὴνἐνδείκνυται τὴν πάρεσιν καὶ τὴν ἀργίαν τῆς νοερᾶς τῶν ψυχῶνζωῆς ἀπ' ἐναντίας ἔχουσαν πρὸς τὴν ἄγρυπνον τοῦ νοῦθεωρίαν. Τοσαῦτα καὶ περὶ τῶν ἐν τῷ μύθῳ σπέρματανοημάτων ἀναγεγράφθω προκείμενα τοῖς ἐξεργάζεσθαιβουλομένοις τε καὶ δυναμένοις ἀνελίττειν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου
Υποβάλλοντας το σχόλιο σου επιβεβαιώνεις ότι έχεις διαβάσει και αποδεχθεί τους όρους χρήσης και σχολιασμού του μπλογκ. Η ευθύνη των σχολίων (αστική και ποινική) βαρύνει τους σχολιαστές.
http://eleusisdiagoridon.blogspot.gr/2013/08/blog-post_49.html